Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.217 Joseph. BJ 5.225 (English) >>Joseph. BJ 5.230

5.222

Τὸ δʼ ἔξωθεν αὐτοῦ πρόσωπον οὐδὲν οὔτʼ εἰς ψυχῆς οὔτʼ εἰς ὀμμάτων ἔκπληξιν ἀπέλειπεν· πλαξὶ γὰρ χρυσοῦ στιβαραῖς κεκαλυμμένος πάντοθεν ὑπὸ τὰς πρώτας ἀνατολὰς πυρωδεστάτην ἀπέπαλλεν αὐγὴν καὶ τῶν βιαζομένων ἰδεῖν τὰς ὄψεις ὥσπερ ἡλιακαῖς ἀκτῖσιν ἀπέστρεφεν. 5.223τοῖς γε μὴν ἀφικνουμένοις ξένοις πόρρωθεν ὅμοιος ὄρει χιόνος πλήρει κατεφαίνετο· καὶ γὰρ καθὰ μὴ κεχρύσωτο λευκότατος ἦν. 5.224κατὰ κορυφὴν δὲ χρυσέους ὀβελοὺς ἀνεῖχεν τεθηγμένους, ὡς μή τινι προσκαθεζομένῳ μολύνοιτο τῶν ὀρνέων. τῶν δʼ ἐν αὐτῷ λίθων ἔνιοι μῆκος πέντε καὶ τεσσαράκοντα πηχῶν

-- --

ἦσαν, ὕψος πέντε, εὖρος δʼ ἕξ. 5.225πρὸ αὐτοῦ δʼ βωμὸς πεντεκαίδεκα μὲν ὕψος ἦν πήχεων, εὖρος δὲ καὶ μῆκος ἐκτείνων ἴσον ἀνὰ πεντήκοντα πήχεις τετράγωνος ἵδρυτο, κερατοειδεῖς προανέχων γωνίας, καὶ ἀπὸ μεσημβρίας ἐπʼ αὐτὸν ἄνοδος ἠρέμα προσάντης ὑπτίαστο. κατεσκευάσθη δὲ ἄνευ σιδήρου, καὶ οὐδέποτʼ ἔψαυεν αὐτοῦ σίδηρος. 5.226περιέστεφε δὲ τόν τε ναὸν καὶ τὸν βωμὸν εὔλιθόν τι καὶ χαρίεν γείσιον ὅσον πηχυαῖον ὕψος, διεῖργεν ἐξωτέρω τὸν δῆμον ἀπὸ τῶν ἱερέων. 5.227γονορροίοις μὲν δὴ καὶ λεπροῖς πόλις ὅλη, τὸ δʼ ἱερὸν γυναικῶν ἐμμήνοις ἀπεκέκλειστο, παρελθεῖν δὲ ταύταις οὐδὲ καθαραῖς ἐξῆν ὃν προείπαμεν ὅρον. ἀνδρῶν δʼ οἱ μὴ καθάπαν ἡγνευκότες εἴργοντο τῆς ἔνδον αὐλῆς, καὶ τῶν ἱερέων πάλιν οἱ μὴ καθαρεύοντες εἴργοντο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.217 Joseph. BJ 5.225 (English) >>Joseph. BJ 5.230

Powered by PhiloLogic